τὸ μὲν γὰρ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι
κάμνειν ἕτερον — καὶ γὰρ ἂν τὸ κάμνειν καὶ τὸ ὑγιαίνειν (1)
ταὐτὸν ἦν — τὸ δὲ ὑποκείμενον καὶ τὸ ὑγιαῖνον καὶ τὸ
νοσοῦν, εἴθ᾿ ὑγρότης εἴθ᾿ αἷμα, ταὐτὸν καὶ ἕν). ἐπεὶ δ᾿ οὐ ταὐτόν,
ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν, ἡ τοῦ δυνατοῦ,
ᾗ δυνατόν, ἐντελέχεια φανερὸν ὅτι κίνησίς ἐστιν.
ὅτι μὲν οὖν (5)
ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέχεια
ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται
γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητόν,
καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια, ᾗ οἰκοδομητόν, οἰκοδόμησίς
ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἡ ἐνέργεια [τοῦ οἰκοδομητοῦ] (10)
ἢ ἡ οἰκία· ἀλλ᾿ ὅταν οἰκία ᾖ, οὐκέτ᾿ οἰκοδομητὸν ἔστιν· οἰκοδομεῖται
δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμησιν
τὴν ἐνέργειαν εἶναι)· ἡ δ᾿ οἰκοδόμησις κίνησίς τις.
ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων
κινήσεων (15).
2. Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι
περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως
αὐτήν.
οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ
γένει θεῖναι δύναιτ᾿ ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τιθέασιν
αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν (20)
φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι,
οὔτ᾿ ἂν ἕτερα ᾖ οὔτ᾿ ἂν ἄνισα οὔτ᾿ ἂν οὐκ ὄντα· ἀλλ᾿ οὐδ᾿ ἡ
μεταβολὴ οὔτ᾿ εἰς ταῦτα οὔτ᾿ ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ
τῶν ἀντικειμένων.
αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν
τι δοκεῖ εἶναι ἡ κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ (25)
διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε
οὐδεμία αὐτῶν ἐστιν, [ὅτι] οὐδὲ τῶν ἄλλων κατηγοριῶν. τοῦ δὲ
δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτε εἰς δύναμιν
τῶν ὄντων οὔτε εἰς ἐνέργειαν ἔστιν θεῖναι αὐτήν· οὔτε
γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης οὔτε τὸ ἐνεργείᾳ (30)
ποσόν, ἥ τε κίνησις ἐνέργεια μὲν εἶναί τις δοκεῖ,
ἀτελὴς δέ· αἴτιον δ᾿ ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέργεια.
καὶ διὰ τοῦτο δὴ χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν· ἢ
γὰρ εἰς στέρησιν ἀναγκαῖον θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργεια
ἁπλῆν, τούτων δ᾿ οὐδὲν φαίνεται ἐνδεχόμενον. (35)