D 1, 1-32
Ἵπποι ταί µε φέρουσιν, ὅσον τ΄ ἐπἱ θυµὸς ἱκάνοι,
πέµπον, ἐπεί µ΄ ἐς ὁδὸν βῆσαν πολύφηµον ἄγουσαι
δαίµονος, ἣ κατὰ πάντ΄ ἄστη φέρει εἰδότα φῶτα·
τῇ φερόµην· τῇ γάρ µε πολύφραστοι φέρον ἵπποι
[5] ἅρµα τιταίνουσαι, κοῦραι δ΄ ὁδὸν ἡγεµόνευον.
Ἄξων δ΄ ἐν χνοίῃσιν ἵει σύριγγος ἀυτήν
αἰθόµενος - δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
κύκλοις ἀµφοτέρωθεν -, ὅτε σπερχοίατο πέµπειν
Ἡλιάδες κοῦραι, προλιποῦσαι δώµατα Νυκτός,
[10] εἰς φάος, ὠσάµεναι κράτων ἄπο χερσὶ καλύπτρας.
Ἔνθα πύλαι Νυκτός τε καὶ Ἤµατός εἰσι κελεύθων,
καί σφας ὑπέρθυρον ἀµφὶς ἔχει καὶ λάινος οὐδός·
αὐταὶ δ΄ αἰθέριαι πλῆνται µεγάλοισι θυρέτροις·
τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀµοιϐούς.
[15] Τὴν δὴ παρφάµεναι κοῦραι µαλακοῖσι λόγοισιν
πεῖσαν ἐπιφράδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
ἀπτερέως ὤσειε πυλέων ἄπο· ταὶ δὲ θυρέτρων
χάσµ΄ ἀχανὲς ποίησαν ἀναπτάµεναι πολυχάλκους
ἄξονας ἐν σύριγξιν ἀµοιϐαδὸν εἰλίξασαι
[20] γόµφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι΄ αὐτέων
ἰθὺς ἔχον κοῦραι κατ΄ ἀµαξιτὸν ἅρµα καὶ ἵππους.
Καί µε θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
δεξιτερὴν ἕλεν, ὧδε δ΄ ἔτος φάτο καί µε προσηύδα·
ὦ κοῦρ΄ ἀθανάτοισι συνάορος ἡνιόχοισιν,
[25] ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡµέτερον δῶ,
χαῖρ΄, ἐπεὶ οὔτι σε µοῖρα κακὴ προὔπεµπε νέεσθαι
τήνδ΄ ὁδόν - ἦ γὰρ ἀπ΄ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν-,
ἀλλὰ θέµις τε δίκη τε. Χρεὼ δέ σε πάντα πυθέσθαι
ἠµέν Ἀληθείης εὐκυκλέος ἀτρεµὲς ἦτορ
[30] ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
Ἀλλ΄ ἔµπης καὶ ταῦτα µαθήσεαι, ὡς τὰ δοκοῦντα
χρῆν δοκίµως εἶναι διὰ παντὸς πάντα περῶντα.