82
The “didactic poem” of Parmenides of Elea [107-108]

ἄξων δ᾽ ἐν χνοίῃσιν ‹ἵει› σύριγγος ἀυτήν
αἰθόμενος· δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
κύκλοις ἀμφοτέρωθεν, ὅτε σπερχοίατο πέμπειν
Ἡλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός,
10 εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας.
ἔνθα πύλαι Νυκτός τε καὶ Ἤματός εἰσι κελεύθων,
καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός·
αὐταὶ δ᾽ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις.
τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς·
15 τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν
πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
ἀπτερέως ὤσειε πυλέων ἄπο· ταὶ δὲ θυρέτρων
χάσμ᾽ ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους
ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι
20 γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι᾽ αὐτῶν
ἰθὺς ἔχον κοῦραι κατ᾽ ἀμαξιτὸν ἅρμα καὶ ἵππους.
καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
δεξιτερὴν ἕλεν, ὧδε δ᾽ ἔπος φάτο καί με προσηύδα·
ὦ κοῦρ᾽ ἀθανάτοισι συνάορος ἡνιόχοισιν,
25 ἵπποις ταί σε φέφουσιν ἱκάνων ἡμέτερον δῶ
χαῖρ᾽, ἐπεὶ οὔτι σε μοῖρα κακὴ προύπεμπε νέεσθαι
τήνδ᾽ ὁδόν (ἦ γὰρ ἀπ᾽ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν),
ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσται
ἠμὲν Ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ
30 ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
ἀλλ᾽ ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα
χρῆν δοκιμῶσ᾽ εἶναι διὰ παντὸς πάντα περῶντα.

1) Steeds, which bring me at any time as far as my mettle desires, conducted me.

2–3) For they brought me while proceeding on the much-heralding way of the goddess, the way that through the all (beings as a whole) bears onward every person who is knowledgeable. (οἶδα; cf. Hermes 60, 185,7 the knowledgeable one, who knows what is at issue—“knowing one’s way about”! From what and toward what he has set out in advance, who correctly set out in what is essential and now “stands” in that.)

4–5) There (on this way of the goddess) I drove along; for there many indicating-showing steeds (others than mine!) conducted me, pulling the chariot, but maidens pointed the way.



7. {Hermann Fränkel, “Xenophanesstudien.” In Hermes. Zeitschrift für classische Philologie, 60 (1925): 185.}”


The Beginning of Western Philosophy (GA 35) by Martin Heidegger